68
Τέως μὲν ἐβουλήθημενἐβουλήθημεν E, ἠβουλήθημεν editi antiqi. κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι’ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων,προκειμένων tres MSS. ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι’ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη.