60
Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦνδέ editi et MSS.,om. E. τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμηναὐταρκεστάτην add. Med. et Harl. εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητόςκοσμιότητος E. σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τιτιom. E. σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων.