57
Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱοἱom. C, D. γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶἀδελφοὶ add. Capps. ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμμασιγράμματι A, B, C, D. δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητιτιμιότητι B. τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.
Γρηγορίῳ ἀδελφῷ.Γρηγορίῳ ἐπισκοπῷ καὶ ἀδελφῷ E, F, Cod. Med.