56
εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶκαὶ εἰ A, B, C, D. μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰκαὶ γὰρ εἰ καὶ γὰρ καὶ εἰ (fr. h( alia m.) F. καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέρανἑκατέρων A, B, C, D, F ̔ω fr. a). τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀρίαἀργεία F. καταναγκάζει;