53
Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε·ἀποθέσθαι A, B. καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰἅγια A, B, C, D, F. μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας,παρακαλῶ add. C. D. εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τιτιom. E. τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίωνμυστηρίων E. ἀναχωρήσει,ἀναχωρίσει C. ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειανβοήθειαν E. οὐκ ἔχομεν.
53
Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸπρὸom. A, B, C, D, E. τοῦ Χριστοῦ τιμήσητεπροτιμήσητε A, B, C, D, E. τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντεςπροδιδόντες A, B, C, D. δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.
Χωρεπισκόποις.χωρεπισκόποις ὥστε μὴ γίνεσθαι χωρὶς αὐτῶν ὑπηρέτας παρὰ τοὺς κανόνας A, B, C, D.