52
Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι,ὅτιom. E. ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.