3
Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων,προβλέπων C, D. ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼπάνθʼ om. A, Ed. Ben.; non tamen B, C, D, E, F. ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. ὅτι ὁ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσιπλείονα A, B, F. μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃχαλάζῃ A, B. πραγμάτων, οἷον ὑπὸ τείχειτεῖχός τι καρτερὸν A, B, C, D. τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς,οὔτε θορύβους add. E. F. τό γε σαυτοῦ μέρος.
3
Καὶ τὰ μὲν σὰ τοιαῦτα,οὕτω add. A. B al. m., C, D, F. μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰτοῖς συνορᾷν . . . οὐ θαυμαστὰ om. E. τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα.