45
Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγεφύγε E, F. μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδηγλυώδη A, E, F (in marg. γελοιώδη); γελοιώδη C. ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃἀρνήσῃ E.τὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
Πρὸς παρθένον ἐκπεσοῦσαν