42
Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος,λογιζόμενος C. καὶ τελῶν αὐτὰπάντα C. σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε,παρακαλεῖται C. καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε,οἰκοδομοῦντες C. ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερονλέγεται. τὸ γὰρ σήμερον ὃ C. σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸνἑαυτὸν C. σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.τέλος θεῷ ἁγίῳ τῶν ἐπιστολῶν τοῦ μεγάλον βασιλείου add. C.
Νουθεσία πρὸς τοὺς νέους
43
Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.