2
Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲκαὶ om. editi; non tamen A, B, C, E, F. ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτεινἐπικρυπτόμενον C, E. ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴνκριτὴν A, B. ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα.