10.5
πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ’ ἂν τὰ ἐφόδια, πάντα λίθον κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπ’ αὐτὸν ὠφέλεια γενήσεσθαι. μηδ’ ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ’ ἀποκνήσωμεν· ἀλλ’ ἀναμνησθέντας ἀναμνησθέντες antiqui duo libri. τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν αὐτῶν editi antiqui. ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις.
10.6
αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ’ ἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις.
10.7
Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων ὄντων, ὄντων om. Editio Basil. et MSS. μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε.
10.8
οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφ’ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· θεραπεύοντας codices duo. οἱ δ’ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. ὃ μὴ πάθητε πάθοιτε unus codex. τῶν νῦν ὑμεῖς, τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν τὸν λογισμὸν duo MSS. ἀποφεύγοντες.