Thesauros Literature theology Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων

Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων

Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ Ἑλληνικῶν ὠφελοῖντο λόγων Basil Saint, Bishop of Caesarea approximately 329-379
7.3 πάλιν τις Εὐκλείδῃ τῷ Μεγαρόθεν παροξυνθεὶς θάνατον ἠπείλησε καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν ἦ μὴν ἱλεώσασθαι αὐτόν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. πόσου ἄξιον τῶν τοιούτων τι παραδειγμάτων εἰσελθεῖν τὴν μνήμην ἀνδρὸς ὑπὸ ὀργῆς ἤδη κατεχομένου;
7.4 τῇ τραγῳδίᾳ γὰρ οὐ πιστευτέον ἁπλῶς λεγούσῃ, ἐπ’ ἐχθροὺς θυμὸς ὁπλίζει χεῖρα· ἀλλὰ μάλιστα μὲν μηδὲ διανίστασθαι πρὸς θυμὸν τὸ παράπαν· εἰ δὲ μὴ ῥᾴδιον τοῦτο, ἀλλ’ ὥσπερ χαλινὸν αὐτῷ τὸν λογισμὸν ἐμβάλλοντας, μὴ ἐᾶν ἐκφέρεσθαι περαιτέρω.
7.5 Ἐπαναγάγωμεν δὲ τὸν λόγον αὖθις πρὸς τὰ τῶν σπουδαίων πράξεων παραδείγματα. ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμπεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν ἃς ἔλαβεν add. Colb. tertius. εἶναι.
7.6 ὡς δ’ οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἐν add. Colb. tertius. ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει·
7.7 καὶ τοσοῦτον τοσούτου editi antiqui et Reg. tertius. ἀμύνασθαι. ταῦτα σχεδὸν εἰς ταὐτὸν τοῖς ἡμετέροις φέροντα, πολλοῦ ἄξιον εἶναι μιμήσασθαι τοὺς τηλικούτους φημί. τουτὶ μὲν γὰρ τὸ τοῦ Σωκράτους ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι, ὅτι τῷ τύπτοντι κατὰ τῆς σιαγόνος, καὶ τὴν ἑτέραν παρέχειν προσῆκε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme