Book 9
10.1
Ἐκπεριῆλθεν δ’ αὐτὸν τοιαύτη τις αἰτία. τὸ μέγεθος τῆς οὐ κατ’ ἀξίαν ἐπιτραπείσης ἡγεμονίας αὐτῷ μὴ οἷός τε φέρειν, ἀλλὰ δι’ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν ἐπὶ πᾶσίν τε ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν, τὰ πάντα αὐτοῦ προφερόντων γένει καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματι τε καὶ συνέσει καὶ τῷ γε πάντων κορυφαιοτάτῳ, σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ, τολμᾶν ὥρμητο θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ἀναγορεύειν. ἐπιτείνας δ’ εἰς ἀπόνοιαν τὰ τῆς μανίας,
10.2
συνθήκας ἃς πρὸς Λικίννιον πεποίητο, παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται· εἶτ’ ἐν βραχεῖ τὰ πάντα κυκήσας πᾶσάν τε πόλιν ἐκταράξας καὶ πᾶν στρατόπεδον, μυριάδων τὸ πλῆθος ἀνηρίθμων, συναγαγών, ἔξεισιν εἰς μάχην αὐτῷ παραταξάμενος, δαιμόνων ἐλπίσιν, ὧν δὴ ᾤετο θεῶν, καὶ ταῖς τῶν ὁπλιτῶν μυριάσιν τὴν ψυχὴν ἐπηρμένος.
10.3
Καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, τῆς νίκης ἐξ αὐτοῦ τοῦ πάντων ἑνὸς καὶ μόνου θεοῦ τῷ τότε κρατοῦντι πρυτανευθείσης. ἀπόλλυσι δὴ πρῶτον τὸ ἐφ’ ᾧ πεποίθει ὁπλιτικόν,