Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 8

8.1 Θαυμάσειε δ’ ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς μαρτυρήσαντας, ἔνθα μυρίοι τὸν ἀριθμόν, ἄνδρες ἅμα γυναιξὶν καὶ παισίν, ὑπὲρ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας, τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν θανάτους, οἳ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις μάστιγάς τε χαλεπωτάτας καὶ μυρίας ἄλλας ποικίλας καὶ φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἳ δὲ πελάγει καταβροχθισθέντες, ἄλλοι δ’ εὐθαρσῶς τοῖς ἀποτέμνουσιν τὰς ἑαυτῶν προτείναντες κεφαλάς, οἳ δὲ καὶ ἐναποθανόντες ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες, καὶ ἄλλοι πάλιν ἀνασκολοπισθέντες, οἳ μὲν κατὰ τὸ σύνηθες τοῖς κακούργοις, οἳ δὲ καὶ χειρόνως ἀνάπαλιν κάτω κάρα προσηλωθέντες τηρούμενοί τε ζῶντες, εἰς ὅτε καὶ ἐπ’ αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.
9.1 Πάντα δ’ ὑπεραίρει λόγον καὶ ἃς ὑπέμειναν αἰκίας καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαΐδα μάρτυρες, ὀστράκοις ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα καὶ μέχρις ἀπαλλαγῆς τοῦ βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς ἀποδεσμούμενα μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα γυμνοῖς τε παντελῶς καὶ μηδ’ ἐπικεκαλυμμένοις τοῖς σώμασιν θέαν ταύτην αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς ὁρῶσιν ἅπασιν παρεσχημένα·
9.2 ἄλλοι δ’ αὖ πάλιν δένδρεσιν καὶ πρέμνοις ἐναπέθνῃσκον δεσμούμενοι· τοὺς γὰρ μάλιστα στερροτάτους τῶν κλάδων μηχαναῖς τισιν ἐπὶ ταὐτὸ συνέλκοντες εἰς ἑκάτερά τε τούτων τὰ τῶν μαρτύρων ἀποτείνοντες σκέλη, εἰς τὴν ἑαυτῶν ἠφίεσαν τοὺς κλάδους φέρεσθαι φύσιν, ἄθρουν τῶν μελῶν διασπασμὸν καθ’ ὧν ταῦτ’ ἐνεχείρουν ἐπινοοῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme