Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 7

30.19 ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς ἐκκλησίας οἴκου θέλοντος, βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφεν, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστέλλοιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αἰσχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς ἐκκλησίας.
30.20 Τοιοῦτος μέν γέ τις ἦν τὸ τηνικάδε περὶ ἡμᾶς ὁ Αὐρηλιανός, προϊούσης δ’ αὐτῷ τῆς ἀρχῆς ἀλλοῖόν τι περὶ ἡμῶν φρονήσας, ἤδη τισὶν βουλαῖς, ὡς ἂν διωγμὸν καθ’ ἡμῶν ἐγείρειεν, ἀνεκινεῖτο, πολύς τε ἦν ὁ παρὰ πᾶσιν περὶ τούτου λόγος·
30.21 μέλλοντα δὲ ἤδη καὶ σχεδὸν εἰπεῖν τοῖς καθ’ ἡμῶν γράμμασιν ὑποσημειούμενον θεία μέτεισιν δίκη, μόνον οὐχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως αὐτὸν ἀποδεσμοῦσα λαμπρῶς τε τοῖς πᾶσιν συνορᾶν παριστῶσα ὡς οὔποτε γένοιτ’ ἂν ῥᾳστώνη τοῖς τοῦ βίου ἄρχουσιν κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ’ οὓς ἂν αὐτὴ δοκιμάζοι καιρούς, τοῦτ’ ἐπιτελεῖσθαι συγχωρούσης.
30.22 ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶν Καρίνῳ καὶ Νουμεριανῷ, πάλιν τ’ αὖ καὶ τούτων οὐδ’ ὅλοις τρισὶν ἐνιαυτοῖς διαγενομένων, μέτεισιν τὰ τῆς ἡγεμονίας Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτὸν εἰσποιηθέντας, ἐφ’ ὧν ὁ καθ’ ἡμᾶς συντελεῖται διωγμὸς καὶ ἡ κατ’ αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme