Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 7

20.1 Ὅ γε μὴν Διονύσιος πρὸς ταῖς δηλωθείσαις ἐπιστολαῖς αὐτοῦ ἔτι καὶ τὰς φερομένας ἑορταστικὰς τὸ τηνικαῦτα συντάττει, πανηγυρικωτέρους ἐν αὐταῖς περὶ τῆς τοῦ πάσχα ἑορτῆς ἀνακινῶν λόγους. τούτων τὴν μὲν Φλαυΐῳ προσφωνεῖ, τὴν δὲ Δομετίῳ καὶ Διδύμῳ, ἐν ᾗ καὶ κανόνα ἐκτίθεται ὀκταετηρίδος, ὅτι μὴ ἄλλοτε ἢ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν προσήκοι τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν, παριστάμενος· πρὸς ταύταις καὶ ἄλλην τοῖς κατ’ Ἀλεξάνδρειαν συμπρεσβυτέροις ἐπιστολὴν διαχαράττει ἑτέροις τε ὁμοῦ διαφόρως, καὶ ταύτας ἔτι τοῦ διωγμοῦ συνεστῶτος.
21.1 Ἐπιλαβούσης δὲ ὅσον οὔπω τῆς εἰρήνης, ἐπάνεισι μὲν εἰς τὴν Ἀλεξάνδρειαν, πάλιν δ’ ἐνταῦθα στάσεως καὶ πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν πόλιν ἅπαντας ἀδελφούς, εἰς ἑκάτερον τῆς στάσεως μέρος διῃρημένους, ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ πάσχα ἑορτῇ, ὥσπερ τις ὑπερόριος, ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ γραμμάτων αὐτοῖς ὡμίλει.
21.2 καὶ Ἱέρακι δὲ μετὰ ταῦτα τῶν κατ’ Αἴγυπτον ἐπισκόπῳ ἑτέραν ἑορταστικὴν ἐπιστολὴν γράφων, τῆς κατ’ αὐτὸν τῶν Ἀλεξανδρέων στάσεως μνημονεύει διὰ τούτων·
21.2 Ἐμοὶ δέ, τί θαυμαστὸν εἰ πρὸς τοὺς πορρωτέρω παροικοῦντας χαλεπὸν τὸ κἂν δι’ ἐπιστολῶν ὁμιλεῖν, ὅτε καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγεσθαι καὶ τῇ ἰδίᾳ ψυχῇ συμβουλεύεσθαι καθέστηκεν Philem. 12 ἄπορον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme