Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 2

6.2 Philo, Leg. ad Gai. 43 Τοσαύτη μὲν οὖν τις ἡ τοῦ Γαΐου περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις πόλεσιν προσευχάς, ἀπὸ τῶν κατ’ Ἀλεξάνδρειαν ἀρξάμενος, σφετερίζεται, καταπλήσας εἰκόνων καὶ ἀνδριάντων τῆς ἰδίας μορφῆς (ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφιείς, αὐτὸς ἱδρύετο δυνάμει), τὸν δ’ ἐν τῇ ἱεροπόλει νεών, ὃς λοιπὸς ἦν ἄψαυστος, ἀσυλίας ἠξιωμένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν εἰς οἰκεῖον ἱερόν, ἵνα Διὸς Ἐπιφανοῦς Νέου χρηματίζῃ Γαΐου.
6.3 Μυρία μὲν οὖν ἄλλα δεινὰ καὶ πέρα πάσης διηγήσεως ὁ αὐτὸς κατὰ τὴν Ἀλεξάνδρειαν συμβεβηκότα Ἰουδαίοις ἐπὶ τοῦ δηλουμένου ἐν δευτέρῳ συγγράμματι ᾧ ἐπέγραψεν Περὶ ἀρετῶν ἱστορεῖ· συνᾴδει δ’ αὐτῷ καὶ ὁ Ἰώσηπος, ὁμοίως ἀπὸ τῶν Πιλάτου χρόνων καὶ τῶν κατὰ τοῦ σωτῆρος τετολμημένων τὰς κατὰ παντὸς τοῦ ἔθνους ἐνάρξασθαι σημαίνων συμφοράς.
6.4 ἄκουε δ’ οὖν οἷα καὶ οὗτος ἐν δευτέρῳ τοῦ Ἰουδαϊκοῦ πολέμου αὐταῖς συλλαβαῖς δηλοῖ λέγων Joseph. B. I. 2, 169. 170
6.4 Πεμφθεὶς δὲ εἰς Ἰουδαίαν ἐπίτροπος ὑπὸ Τιβερίου Πιλᾶτος νύκτωρ κεκαλυμμένας εἰς Ἱεροσόλυμα παρεισκομίζει τὰς Καίσαρος εἰκόνας· σημαῖαι καλοῦνται. τοῦτο μεθ’ ἡμέραν μεγίστην ταραχὴν ἤγειρεν τοῖς Ἰουδαίοις. οἵ τε γὰρ ἐγγὺς πρὸς τὴν ὄψιν ἐξεπλάγησαν, ὡς πεπατημένων αὐτοῖς τῶν νόμων· οὐδὲν γὰρ ἀξιοῦσιν ἐν τῇ πόλει δείκηλον τίθεσθαι.
6.5 Ταῦτα δὲ συγκρίνας τῇ τῶν εὐαγγελίων γραφῇ, εἴσῃ ὡς οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν ἣν ἔρρηξαν ἐπ’ αὐτοῦ Πιλάτου φωνήν, δι’ ἧς οὐκ John 19, 15 ἄλλον ἢ μόνον ἔχειν ἐπεβόων Καίσαρα βασιλέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme