Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 10

4.50 Is. 51, 17. 18. 22. 23; 52, 1. 2 ἐξεγείρου, ἐξεγείρου, ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ἐξέπιες καὶ ἐξεκένωσας. καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου. ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσεις ἔτι πιεῖν αὐτό· καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε.
4.51 ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι τὴν ἰσχύν, ἔνδυσαι τὴν δόξαν σου· ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. κάθισον, Is. 49, 18-21 ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρός σε· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης·
4.52 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω, καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
4.53 Ταῦτα Ἡσαΐας προεθέσπισεν, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν ἱεραῖς βίβλοις καταβέβλητο, χρῆν δέ που τούτων τὴν ἀψεύδειαν ἤδη ποτὲ ἔργοις παραλαβεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme