Book 10
4.25
Heb. 4, 14 Ὁ μὲν οὖν πρῶτος καὶ μέγας ἡμῶν ἀρχιερεὺς John 5, 19 ὅσα βλέπει τὸν πατέρα ποιοῦντα, ταῦτα, φησίν, ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ· ὃ δὲ καὶ αὐτὸς ὡς ἂν ἐπὶ διδάσκαλον τὸν πρῶτον καθαροῖς νοὸς ὄμμασιν Heb. 12, 2 ἀφορῶν, ὅσα βλέπει ποιοῦντα, ὡς ἂν ἀρχετύποις χρώμενος παραδείγμασιν, τούτων τὰς εἰκόνας, ὡς ἔνι μάλιστα δυνατόν, εἰς τὸ ὁμοιότατον δημιουργῶν Ex. 31, 2. ?͂35, 30. 31 ἀπειργάσατο, οὐδὲν ἐκείνῳ καταλιπὼν τῷ Βεσελεηλ, ὃν αὐτὸς ὁ θεὸς πνεύματος ἐμπλήσας σοφίας καὶ συνέσεως καὶ τῆς ἄλλης ἐντέχνου καὶ ἐπιστημονικῆς γνώσεως, τῆς τῶν οὐρανίων τύπων Cf. Heb. 8, 5 διὰ συμβόλων ναοῦ κατασκευῆς δημιουργὸν ἀνακέκληται.
4.26
ταύτῃ δ’ οὖν καὶ ὅδε Χριστὸν ὅλον, τὸν λόγον, τὴν σοφίαν, τὸ φῶς ἐν τῇ αὐτὸς αὐτοῦ ἀγαλματοφορῶν ψυχῇ, οὐδ’ ἔστιν εἰπεῖν οἵᾳ σὺν μεγαλοφροσύνῃ πλουσίᾳ τε καὶ ἀπλήστῳ διανοίας χειρὶ καὶ σὺν οἵᾳ πάντων ὑμῶν φιλοτιμίᾳ, τῇ τῶν εἰσφορῶν μεγαλοψυχίᾳ τῆς αὐτῆς αὐτῷ προθέσεως κατὰ μηδένα τρόπον ἀπολειφθῆναι φιλονεικότερον μεγαλοφρονουμένων, τὸν μεγαλοπρεπῆ τόνδε θεοῦ τοῦ ὑψίστου νεὼν τῷ τοῦ κρείττονος παραδείγματι, ὡς ἂν ὁρώμενον μὴ ὁρωμένου, τὴν φύσιν ἐμφερῆ συνεστήσατο, χῶρον μὲν τόνδε, ὅ τι καὶ ἄξιον εἰπεῖν πρῶτον ἁπάντων, πάσης οὐ καθαρᾶς ὕλης ἐχθρῶν ἐπιβουλαῖς κατακεχωσμένον οὐ παριδὼν οὐδὲ τῇ τῶν αἰτίων παραχωρήσας κακίᾳ, ἐξὸν ἐφ’ ἕτερον ἐλθόντα, μυρίων ἄλλων εὐπορουμένων τῇ πόλει, ῥᾳστώνην εὕρασθαι τοῦ πόνου καὶ πραγμάτων ἀπηλλάχθαι.