Book 10
4.23
τάχα δὲ καὶ ἄλλῳ δευτερεύειν μετὰ τοῦτον ἑνὶ μόνῳ τῶν ἴσων ἐφικτόν, τῷδε τῷ προκαθημένῳ τῆσδε τῆς στρατιᾶς ἡγεμόνι, Ibid. ὃν αὐτὸς ὁ πρῶτος καὶ μέγας ἀρχιερεὺς δευτερείοις τῶν τῇδε ἱερείων τιμήσας, ποιμένα τῆς ὑμετέρας ἐνθέου ποίμνης κλήρῳ καὶ κρίσει τοῦ πατρὸς τὸν ὑμέτερον λαχόντα λαόν, ὡς ἂν θεραπευτὴν καὶ ὑποφήτην αὐτὸς ἑαυτοῦ κατετάξατο, τὸν νέον Heb. 7, 3 Ἀαρὼν ἢ Μελχισεδεκ ἀφωμοιωμένον τῷ υἱῷ τοῦ θεοῦ μένοντά τε καὶ πρὸς αὐτοῦ τηρούμενον εἰς τὸ διηνεκὲς ταῖς κοιναῖς ἁπάντων ἡμῶν εὐχαῖς. τούτῳ δὴ οὖν ἐξέστω μόνῳ μετὰ τὸν πρῶτον καὶ μέγιστον ἀρχιερέα,
4.24
εἰ μὴ τὰ πρῶτα, τὰ δεύτερα γοῦν ὅμως ὁρᾶν τε καὶ ἐπισκοπεῖν τῆς ἐνδοτάτω τῶν ὑμετέρων ψυχῶν θεωρίας, πείρᾳ μὲν καὶ χρόνου μήκει ἕκαστον ἀκριβῶς ἐξητακότι σπουδῇ τε τῇ αὐτοῦ καὶ ἐπιμελείᾳ τοὺς πάντας ὑμᾶς ἐν κόσμῳ καὶ λόγῳ τῷ κατ’ εὐσέβειαν διατεθειμένῳ δυνατῷ τε ὄντι μᾶλλον ἁπάντων, ὧν αὐτὸς σὺν Heb. 13, 17 (inexact quotation) θείᾳ δυνάμει κατηρτίσατο, τούτων τοῖς ἔργοις ἐφαμίλλως ἀποδοῦναι τοὺς λόγους.