Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 10

4.21 οὐ μὴν ὅσα καὶ οἷα τὰ τῆς τῶν πεπονηκότων προθυμίας κέκριται παρ’ αὐτῷ τῷ θεολογουμένῳ τὸν ἔμψυχον πάντων ὑμῶν καθορῶντι ναὸν καὶ τὸν ἐκ 1 Pet. 2, 5. 7 ζώντων λίθων καὶ βεβηκότων οἶκον ἐποπτεύοντι Eph. 2, 20. 21 εὖ καὶ ἀσφαλῶς ἱδρυμένον ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου 1 Pet 2, 5. 7 λίθου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ὃν ἀπεδοκίμασαν μὲν οὐχ οἱ τῆς παλαιᾶς καὶ μηκέτ’ οὔσης ἐκείνης μόνον, ἀλλὰ καὶ τῆς εἰς ἔτι νῦν τῶν πολλῶν ἀνθρώπων οἰκοδομῆς κακοὶ κακῶν ὄντες ἀρχιτέκτονες, δοκιμάσας δ’ ὁ πατὴρ καὶ τότε καὶ νῦν εἰς κεφαλὴν γωνίας τῆσδε τῆς κοινῆς ἡμῶν ἐκκλησίας ἱδρύσατο. τοῦτον δὴ οὖν τὸν ἐξ ὑμῶν αὐτῶν ἐπεσκευασμένον Cf. 1 Cor. 8, 16 ζῶντος θεοῦ ζῶντα ναόν,
4.22 τὸ μέγιστον καὶ ἀληθεῖ λόγῳ θεοπρεπὲς ἱερεῖόν φημι, οὗ τὰ ἐνδοτάτω ἄδυτα τοῖς πολλοῖς ἀθεώρητα καὶ ὄντως ἅγια καὶ τῶν ἁγίων ἅγια, τίς ἂν ἐποπτεύσας ἐξειπεῖν τολμήσειεν; τίς δὲ κἂν εἰσκύψαι περιβόλων ἱερῶν Heb. 4, 14 εἴσω δυνατός, ὅτι μὴ μόνος ὁ μέγας τῶν ὅλων ἀρχιερεύς, ᾧ μόνῳ θέμις πάσης λογικῆς ψυχῆς τὰ ἀπόρρητα διερευνᾶσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme