Thesauros Literature theology ὁ Προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους

ὁ Προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους

ὁ Προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους Clement of Alexandria, Saint approximately 150-approximately 215
3 Κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ’ ἡμέραν πολλάκις μὲνπολλάκις μὲν αφτερ ἡμέραν Stählin: after θεῷ δὲ MS. μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ· μὴ γὰρ ὕπνος σε ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος. μέτοχος Χριστοῦ ἀεὶ καθίστασο τοῦτοῦ inserted by Barnard. τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ Χριστός.
4 Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθιἴθι Mayor. ἴσθι MS. δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶςεὐσταθῶς Wilamowitz. ἀσταθῶς MS. καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος νόσος Barnard. νόσου MS. τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμέναςχορηγουμένας Stählin. χορηγουμένῃ MS. σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme