Book 8
3.8
Διαφέρει δ᾿ ἀναλύσεως ἀπόδειξις· ἕκαστον μὲν γὰρ τῶν ἀποδεικνυμένων διά τινων ἀποδεικνυμένων ἀποδείκνυται, προαποδεδειγμένων κἀκείνων ὑφ᾿ ἑτέρων, ἄχρις ἂν εἰς τὰ ἐξ ἑαυτῶν πιστὰ ἀναδράμωμεν ἢ εἰς τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ, ὅπερ ἀνάλυσις ὀνομάζεται· ἀπόδειξις δέ ἐστιν. ὅταν ἀπὸ τῶν πρώτων τις εἰς τὸ ζητούμενον ἀφικνῆται διὰ πάντων τῶν ἐν μέσῳ. χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας [ὡς] τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματα τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα. ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν. δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δ᾿ αὐτοῖς ἐπιφέρειν τὸ συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν. τὸ ἐπιφερόμενον τοῖς λήμμασιν.