Book 8
2.4
Ἐπεὶ δ᾿ οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ᾿ ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν. εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ᾿ εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ μὴ ὁμολογουμένου πίστις ἀναφέροιτο. ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας ποιητέον. πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον. ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων εὕρεσιν. φέρε οὖν προβεβλήσθω ὁ ἥλιος τοὔνομα. φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτ᾿ εἶναι »ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων«. ἆρ᾿ οὐκ ἀσαφέστερος ὁ λόγος αὐτοῦ τοῦ ὀνόματος. ἄλλης ἀποδείξεως δεόμενος εἰ ἀληθής ἐστιν; ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι »τὸ λαμπρότατον τῶν κατ᾿ οὐρανὸν ἰόντων«· πιστότερος γάρ. οἶμαι, καὶ σαφέστερος καὶ πᾶσιν ὁμοίως ὁμολογούμενος ὁ λόγος οὗτος.