Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 8

9.29 Πᾶν αἴτιον ὡς αἴτιον διπλῇ διανοίᾳ ληπτὸν τυγχάνει. ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ. [καθάπερ] τῷ ἐπιτηδείως ἔχοντι, καθάπερ τὸ πῦρ τῷ ξύλῳ· τὸν ἀδάμαντα γὰρ οὐ καύσει. τὸ αἴτιον τῶν πρός τι· κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν.
9.29 Ὁ αὐτὸς καὶ περὶ τοῦ δημιουργοῦ καὶ ποιητοῦ λόγος καὶ πατρός. οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον· τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται. οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῶ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι. οὐδὲ υἱὸς εἶναι καὶ πατήρ. καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ᾿ αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς. οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ. καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας ἐστὶν ἔργον. διαφέρει τε τὸ εἶναι τοῦ γίνεσθαι· οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ. οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι. οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme