Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 8

9.26 Τὸ ›τινῶν ἐστιν αἴτιον‹ λέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον. οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, οἷον τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ· τῷ χαλκῷ γὰρ αἴτιός ἐστι τοῦ γίνεσθαι τὸν ἀνδριάντα. τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν.
9.26 Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) αἴτια τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσεται, οἷον τοῦ ›τέμνεται‹, οὗ πτῶσις τὸ τέμνεσθαι, τὰ δ᾿ ἀξιωμάτων, ὡς τοῦ ›ναῦς γίνεται‹, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι· Ἀριστοτέλης δὲ προσηγοριῶν, οἷον τῶν τοιούτων, οἰκίας, νεώς, καύσεως, τομῆς. ἡ πτῶσις δὲ ἀσώματος εἶναι ὁμολογεῖται· διὸ καὶ τὸ σόφισμα ἐκεῖνο οὕτως λύεται· ›ὃ λέγεις, διέρχεταί σου διὰ τοῦ στόματος‹, ὅπερ ἀληθές, ›οἰκίαν δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου διέρχεται‹, ὅπερ ψεῦδος· οὐδὲ γὰρ τὴν οἰκίαν λέγομεν σῶμα οὖσαν, ἀλλὰ τὴν πτῶσιν ἀσώματον οὖσαν, ἧς οἰκία τυγχάνει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme