Book 8
4.14
Κοινὴ δ᾿ ἐπὶ πᾶσι τοῖς εὑρίσκεσθαι λεγομένοις τέτακται ἡ ἀπόδειξις, ἥτις ἐστὶ λόγος ἐξ ἑτέρων ἕτερόν τι πιστούμενος. ἐξ ὦν δὲ χρὴ πιστοῦσθαι τὸ ζητούμενον, ὁμολογεῖσθαί τε καὶ γινώσκεσθαι δεῖ τῷ μανθάνοντι. ἀρχὴ δὲ τούτων ἁπάντων ἐστὶ τὸ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργές. ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων [ἁπάντων] σύγκειται, ἡ δ᾿ ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ᾿ ἐκ πρώτων περαίνεται προτάσεων. τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ᾿ ἦν διαφορὰ προβλημάτων ἐφ᾿ οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.
5.15
ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον.
5.15
Πρὸς τοὺς Πυρρωνείους.