Book 7
4.23
ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν. ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας. ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ καὶ χείρους τῶν ἀνθρώπων ὑφ᾿ ἡμῶν βλαπτόμενοι δείκνυνται, ἢ εἰ μὴ τοῦτο, πῶς ἐφ᾿ οἷς οὐ βλάπτονται. καθάπερ ὀξύχολον γραΐδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, ᾗ φασι τὴν Ἄρτεμιν δι᾿ Οἰνέα Αἰτωλοῖς ὀργισθῆναι. πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ᾿ ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν; εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει· σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον, δεινὸν τόδ᾿ ἡγῇ· καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.
4.24
Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια· ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.
4.24
Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι.