Book 7
2.12
Πάντ᾿ οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν. ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ υἱοῦ, κακίας δ᾿ αὖ πάντῃ πάντως ἀναίτιος. πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστὶ διατεταγμένα καὶ καθόλου καὶ ἐπὶ μέρους. ἔργον οὖν τῆς δικαιοσύνης τῆς σωτηρίου ἐπὶ τὸ ἄμεινον αἰεὶ κατὰ τὸ ἐνδεχόμενον ἕκαστον προάγειν. πρὸς γὰρ τὴν σωτηρίαν τοῦ κρείττονος καὶ διαμονὴν ἀναλόγως τοῖς ἑαυτῶν ἤθεσι διοικεῖται καὶ τὰ μικρότερα. αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις. τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως ἔχον. ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή. παιδεύσεις δὲ αἱ ἀναγκαῖαι ἀγαθότητι τοῦ ἐφορῶντος μεγάλου κριτοῦ διά τε τῶν προσεχῶν ἀγγέλων διά τε προκρίσεων ποικίλων καὶ διὰ τῆς κρίσεως τῆς παντελοῦς τοὺς ἐπὶ πλέον »ἀπηλγηκότας« ἐκβιάζονται μετανοεῖν.