Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

18.110 τοιούτοις τισὶν ὁ κύριος λέγει· »τί με λέγετε ›κύριε κύριε‹ καὶ οὐ ποιεῖτε ἃ λέγω;« ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν. ὑμεῖς δ᾿, ὦ Μεγαρεῖς, φησὶν ὁ Φέογνις, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ᾿ ἐν λόγῳ οὔτ᾿ ἐν ἀριθμῷ, »ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς« καὶ »ὡς σταγὼν ἀπὸ κάδου«.
18.110 Τούτων ἡμῖν προδιηνυσμένων καὶ τοῦ ἠθικοῦ τόπου ὡς ἐν κεφαλαίῳ ὑπογραφέντος, σποράδην, ὡς ὑπεσχήμεθα, καὶ διερριμμένως τὰ ζώπυρα τῶν τῆς ἀληθοῦς γνώσεως ἐγκατασπείραντες δογμάτων, ὡς μὴ ῥᾳδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυήτων τὴν τῶν ἁγίων παραδόσεων εὕρεσιν, μετίωμεν ἐπὶ τὴν ὑπόσχεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme