Book 7
2.10
διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ αἱ πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (»δικαίῳ γὰρ νόμος οὐ κεῖται«) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ᾿ αὖ κακίᾳ ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην »ἐπεκτεινομένην« εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν »καταντήσῃ εἰς ἄνδρα τέλειον«, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν. αὗται αἱ σωτήριοι περιτροπαὶ κατὰ τὴν τῆς μεταβολῆς τάξιν ἀπομερίζονται καὶ χρόνοις καὶ τόποις καὶ τιμαῖς καὶ γνώσεσι καὶ κληρονομίαις καὶ λειτουργίαις, καθ᾿ ἑκάστην ἑκάστη ἕως τῆς ἐπαναβεβηκυίας καὶ προσεχοῦς τοῦ κυρίου ἐν ἀιδιότητι θεωρίας. ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ ἐπιβεβληκότος τῇ θεωρίᾳ.