Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

14.110 Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν· ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι, τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος· ἐπί τε τῆς δόξης ἐροῦσιν αὐτοῦ· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται. ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τήν γε καθ’ ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρῃσκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ τέλεον ἄθεοι γενόμενοι τελέως καὶ διαφθαρῶσιν. οἱ δὲ κἀν ταύτῃ γενόμενοι τῇ ἐντολῇ ἀγνώμονες, γλυπτοῖς προσεσχηκότες ἀγάλμασι, ἂν μὴ μετανοήσωσι, κρίνονται, οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν πιστεῦσαι τῷ θεῷ, οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν περιγενέσθαι πιστοί·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme