Book 6
12.97
ἀλλ’, ὡς ἔοικεν, οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν, καθ’ ἣν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ δίκαιος καὶ ὅσιος μετὰ φρονήσεως εἰς μέτρον ἡλικίας τελείας ἀφικνεῖσθαι σπεύδει. ὅτι δ’ οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ. ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς φησίν· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. καὶ τί λέγει τὰ ἔργα τῶν ἀνθρώπων; αὐτὴν τὴν ἁμαρτίαν γνωρίζει, οὐ παραχθεῖσαν ἐπὶ μετάνοιαν (κοινὸν γὰρ τοῦτο καὶ τῶν ἄλλων πιστῶν), ἀλλ’ ὅ ἐστιν ἁμαρτία· οὐδὲ γὰρ τῆσδέ τινος καταγινώσκει, ἀλλ’ ἁπλῶς πάσης τῆς ἁμαρτίας· οὐδ’ ὃ ἐποίησέν τις κακῶς, ἀλλὰ τὸ μὴ ποιητέον συνίστησιν. ὅθεν καὶ ἡ μετάνοια δισσή· ἣ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκέναι, ἣ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.