Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

11.91 Συνεργὰ τοίνυν φιλοσοφίας τὰ μαθήματα καὶ αὐτὴ ἡ φιλοσοφία εἰς τὸ περὶ ἀληθείας διαλαβεῖν. αὐτίκα ἡ χλαμὺς πόκος ἦν τὸ πρῶτον, εἶτα ἐξάνθη κρόκη τε ἐγένετο καὶ στήμων, καὶ τότε ὑφάνθη. προπαρασκευασθῆναι τοίνυν τὴν ψυχὴν καὶ ποικίλως ἐργασθῆναι χρή, εἰ μέλλοι ἀρίστη κατασκευάζεσθαι, ἐπεὶ τῆς ἀληθείας τὸ μέν ἐστι γνωστικόν, τὸ δὲ ποιητικόν, ἐρρύηκεν δὲ ἀπὸ τοῦ θεωρητικοῦ, δεῖται δὲ ἀσκήσεως καὶ συγγυμνασίας πολλῆς καὶ ἐμπειρίας. ἀλλὰ καὶ τοῦ θεωρητικοῦ τὸ μέν τί ἐστι πρὸς τοὺς πέλας, τὸ δὲ ὡς πρὸς αὐτόν. διόπερ καὶ τὴν παιδείαν οὕτως χρὴ συνεσκευάσθαι, ὥστε ἀμφοτέροις ἐνηρμόσθαι. ἔνεστι μὲν οὖν αὐτάρκως τὰ συνεκτικὰ τῶν πρὸς γνῶσιν φερόντων ἐκμαθόντα ἐφ’ ἡσυχίας τοῦ λοιποῦ μένειν ἀναπεπαυμένον, κατευθύνοντα τὰς πράξεις πρὸς τὴν θεωρίαν· διὰ δὲ τὴν τῶν πέλας ὠφέλειαν τῶν μὲν ἐπὶ τὸ γράφειν ἱεμένων, τῶν δὲ ἐπὶ τὸ παραδιδόναι στελλομένων τὸν λόγον ἥ τε ἄλλη παιδεία χρήσιμος ἥ τε τῶν γραφῶν τῶν κυριακῶν ἀνάγνωσις εἰς ἀπόδειξιν τῶν λεγομένων ἀναγκαία, καὶ μάλιστα, ἐὰν ἀπὸ τῆς Ἑλληνικῆς ἀνάγωνται παιδείας οἱ ἐπαΐοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme