Book 6
11.88
Ἔτι τῆς μουσικῆς παράδειγμα ψάλλων ὁμοῦ καὶ προφητεύων ἐκκείσθω Δαβίδ, ὑμνῶν τὸν θεὸν ἐμμελῶς. προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἁρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, ὥς φησιν Ἀριστόξενος. ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν Δώριον ὑμνοῦντι τὸν Δία ὧδέ πως· Ζεῦ πάντων ἀρχά, πάντων ἁγήτωρ, Ζεῦ. σοὶ πέμπω ταύταν ὕμνων ἀρχάν. εἴη δ’ ἂν τῷ ψαλμῳδῷ κιθάρα ἀλληγορουμένη κατὰ μὲν τὸ πρῶτον σημαινόμενον ὁ κύριος, κατὰ δὲ τὸ δεύτερον οἱ προσεχῶς κρούοντες τὰς ψυχὰς ὑπὸ μουσηγέτῃ τῷ κυρίῳ. κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ’ ἐπίπνοιαν τοῦ λόγου καὶ κατ’ ἐπίγνωσιν τοῦ θεοῦ δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ. λάβοις δ’ ἂν καὶ ἄλλως μουσικὴν συμφωνίαν τὴν ἐκκλησιαστικὴν νόμου καὶ προφητῶν ὁμοῦ καὶ ἀποστόλων σὺν καὶ τῷ εὐαγγελίῳ τήν τε ὑποβεβηκυῖαν, τὴν καθ’ ἕκαστον προφήτην κατὰ τὰς μεταπηδήσεις τῶν προσώπων συνῳδίαν.