Book 6
11.84
Αἵ τε ἡμέραι τῶν ἀνθρώπων ἔσονται, φησίν, ἔτη ρκ΄. ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσιν πεντεκαιδέκατος, σελήνη δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται.
11.85
ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδ΄ ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, α΄ γ΄ ε΄ ζ΄ θ΄ ια΄ ιγ΄ ιε΄, ἐξ ἀνισότητος δὲ τοῦ νς΄, ἑπτὰ τῶν ἀπὸ δυάδος ἀρτίων, οἳ γεννῶσι τοὺς ἑτερομήκεις, β΄ δ΄ ς΄ η΄ ι΄ ιβ΄ ιδ΄. κατ’ ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κ΄ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κε΄, τρίτου δὲ πενταγώνου τοῦ λε΄, τετάρτου δὲ ἑξαγώνου τοῦ με΄. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ ε΄ παρείληπται καθ’ ἕκαστον εἶδος· τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος ε΄ δὲ ὁ ιε΄, τῶν δὲ τετραγώνων ὁ κε΄, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κε΄ ἀριθμός, ε΄ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λε΄ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ς΄ η΄ θ΄ ιβ΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λε΄· ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἑπτάμηνα λέγουσιν. ὁ δὲ με΄ τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ς΄ θ΄ ιβ΄ ιη΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν με΄, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαί φασι.