Book 6
9.79
ἔν τε τοῖς ἐπιστημονικοῖς, μόνος ὢν ἐπιστήμων, κρατιστεύσει καὶ τὸν περὶ τἀγαθοῦ λόγον πρεσβεύσει, τοῖς νοητοῖς προσκείμενος ἀεί, ἀπ’ ἐκείνων ἄνωθεν τῶν ἀρχετύπων τὴν περὶ τὰ ἀνθρώπεια αὑτοῦ διοίκησιν ἀπογραφόμενος, καθάπερ οἱ πλοϊζόμενοι καὶ πρὸς τὸ ἄστρον τὴν ναῦν κατευθύνοντες, πρὸς πᾶσαν καθήκουσαν πρᾶξιν ἑτοίμως ἔχειν παρεσκευασμένος, πάντα τὰ ὀχληρὰ καὶ δεινὰ εἰθισμένος ὑπερορᾶν, ὅταν ὑπομεῖναι δέῃ, μηδὲν προπετὲς μηδὲ ἀσύμφωνον μήτε αὑτῷ μήτε τοῖς κοινοῖς ποτε ἐπιτελῶν, προορατικὸς ὢν καὶ ἄκαμπτος ἡδοναῖς ταῖς τε ὕπαρ ταῖς τε δἰ ὀνειράτων· διαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμένος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος· προηγουμένη γὰρ αὐτῷ ἡ γνῶσις.