Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.7 Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος· οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα — καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος· μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει, ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.
2.8 Πάλιν Θεόγνιδος μὲν λέγοντος· οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος, Εὐριπίδης πεποίηκεν· πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος.
2.8 Ἐπιχάρμου τε εἰπόντος· ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα, καὶ ἐπάγοντος· ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα, ἃ δ’ ἄλλον δ’ ἄλλῃ δῆτα μαστεύει τινά, Εὐριπίδης γράφει· κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·? ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
2.8 Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος· κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον· ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα.
2.8 Σόλωνος δὲ ποιήσαντος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται. ἄντικρυς ὁ Θέογνις γράφει· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν· καὶ κακοπραγίαν · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme