Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

8.66 Ναὶ μὴν οἱ λέγοντες τὴν φιλοσοφίαν ἐκ τοῦ διαβόλου ὁρμᾶσθαι κἀκείνῳ ἐπιστησάτωσαν, ὅτι φησὶν ἡ γραφὴ μετασχηματίζεσθαι τὸν διάβολον εἰς ἄγγελον φωτός, τί ποιήσοντα; εὔδηλον, ὅτι προφητεύσοντα. εἰ δὲ ὡς ἄγγελος φωτὸς προφητεύει, ἀληθῆ ἄρα ἐρεῖ. εἰ ἀγγελικὰ καὶ φωτεινά, προφητεύσει καὶ ὠφέλιμα τότε, ὅτε καὶ μετασχηματίζεται καθ’ ὁμοιότητα ἐνεργείας, κἂν ἄλλος ᾖ κατὰ τὸ ὑποκείμενον τῆς ἀποστασίας. ἐπεὶ πῶς ἂν ἀπατήσειέν τινα, μὴ διὰ τῶν ἀληθῶν ὑπαγόμενος τὸν φιλομαθῆ εἰς οἰκειότητα καὶ οὕτως ὕστερον εἰς ψεῦδος ὑποσύρων; ἄλλως τε καὶ ἐπιστάμενος τὴν ἀλήθειαν εὑρεθήσεται, καὶ εἰ μὴ καταληπτικῶς, ἀλλ’ οὖν οὐκ ἄπειρός γε αὐτῆς. οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme