Book 6
8.63
ὁ γοῦν ψαλμῳδὸς μεγίστην ἡγεῖται δωρεὰν τὴν σύνεσιν καὶ αἰτεῖ λέγων· δοῦλος σός εἰμι ἐγώ· συνέτισόν με. καὶ μή τι τὸ πολύπειρον τῆς γνώσεως αἰτούμενος ὁ Δαβὶδ γράφει· χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. κυρίας δ’ εἶναι τὰς διαθήκας ὡμολόγηται καὶ τοῖς τιμιωτέροις δίδοσθαι. λέγει γοῦν ὁ ψαλμὸς πάλιν ἐπὶ τοῦ θεοῦ· οὐκ ἐποίησεν οὕτως οὐδενὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. τὸ δὲ οὐκ ἐποίησεν οὕτως πεποιηκέναι μὲν δηλοῖ, ἀλλ’ οὐχ οὕτως. ἐν συγκρίσει γοῦν τὸ οὕτως πρὸς τὴν ὑπεροχὴν τὴν καθ’ ἡμᾶς γινομένην· ἐξῆν δὲ δήπου τῷ προφήτῃ εἰπεῖν ἁπλῶς τὸ οὐκ ἐποίησεν ἄνευ τῆς προσθήκης τοῦ οὕτως. ναὶ μὴν καὶ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἐπ’ ἀληθείας καταλαμβάνομαι φησίν, ὅτι προσωπολήπτης οὐκ ἔστιν ὁ θεός, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.