Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.5 Γράψαντός τε Μουσαίου· ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν, Ὅμηρος λέγει· μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι.
2.5 Πάλιν τοῦ Μουσαίου ποιήσαντος· ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει.
2.5 Πάλιν δ’ αὖ Ὁμήρου εἰπόντος· οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι, Ἀρχίλοχός τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν· οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν, Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι· φοβερὸν ἀνθρώποις τόδ’ αὖ, κταμένοις ἐπ’ αἰζηοῖσιν καυχᾶσθαι μέγα.
2.6 Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, ὧδέ πως γράφει· ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο· καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· † ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποιςιν Ἄρης. ἔτι κἀκεῖνο μεταφράζων· νίκης ἀνθρώποισιν θεῶν ἐν † πείρᾳ κεῖται, διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.
2.7 Πάλιν Ὁμήρου εἰπόντος· ἀνιπτόποδες, χαμαιεῦναι, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· ἐν ἀστρώτῳ πέδῳ εὕδουσιν, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.
2.7 Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος· ἀλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν· ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme