Book 6
7.60
ἤτοι ὡς ἄργυρος πολλάκις ἀποκαθαρθεὶς εἰς δοκίμιον καθίσταται ὁ δίκαιος, νόμισμα κυρίου γενόμενος καὶ χάραγμα βασιλικὸν ἀναδεξάμενος, ἤ, ἐπεὶ καὶ Σολομὼν λέγει γλῶσσαν δικαίου ἄργυρον πεπυρωμένον, τὴν δεδοκιμασμένην καὶ σοφὴν διδασκαλίαν ἐπαινετὴν καὶ ἀποδεκτὴν τυγχάνει μηνύων, ὅταν ἐκκεκαθαρμένη πλουσίως τυγχάνῃ τῇ γῇ, τουτέστιν ὅταν πολυτρόπως ἡ γνωστικὴ ψυχὴ ἁγιάζηται κατὰ τὴν ἀποχὴν τῶν γεωδῶν πυρώσεων. ἁγνίζεται δὲ καὶ τὸ σῶμα, ἐν ᾧ οἰκεῖ, ἐξιδιοποιούμενον εἰς εἰλικρίνειαν ἁγίου νεώ· ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρώτης πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη· τοῦ δὲ γνωστικοῦ μετὰ τὴν ἄλλοις νομιζομένην τελείωσιν ἡ δικαιοσύνη εἰς ἐνέργειαν εὐποιίας προβαίνει· καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ’ ὁμοίωσιν τοῦ θεοῦ διαμένει· οἳ μὲν γὰρ σπέρμα Ἀβραάμ, δοῦλοι ἔτι τοῦ θεοῦ, οὗτοί εἰσιν οἱ κλητοί· υἱοὶ δὲ Ἰακὼβ οἱ ἐκλεκτοὶ αὐτοῦ, οἱ τῆς κακίας πτερνίσαντες τὴν ἐνέργειαν.