Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

6.51 καὶ ὁ Δαβίδ φησιν· εἰ δὲ καὶ ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν, ἀλλὰ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει. εὐκαίρως ἄρα εὐηγγελίσθησαν οἱ ἐν θλίψει ὄντες. καὶ διὰ τοῦτό φησιν· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ἵνα μὴ ἀδίκως κριθῶσιν. εἰ τοίνυν τοὺς ἐν σαρκὶ διὰ τοῦτο εὐηγγελίσατο, ἵνα μὴ καταδικασθῶσιν ἀδίκως, πῶς οὐ καὶ τοὺς προεξεληλυθότας τῆς παρουσίας αὐτοῦ διὰ τὴν αὐτὴν εὐηγγελίσατο αἰτίαν; δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνην ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ. ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
6.52 Εἰ γοῦν ἐν τῷ κατακλυσμῷ ἀπώλετο πᾶσα ἁμαρτωλὸς σάρξ, εἰς παιδείαν γενομένης αὐτοῖς τῆς κολάσεως, πρῶτον μὲν τὸ θέλημα τοῦ θεοῦ παιδευτικὸν καὶ ἐνεργητικὸν τυγχάνον σῴζειν τοὺς ἐπιστρέφοντας πιστευτέον, ἔπειτα δὲ καὶ τὸ λεπτομερέστερον, ἡ ψυχή, οὐκ ἄν ποτε πρὸς τοῦ παχυμερεστέρου ὕδατος πάθοι τι δεινόν, διὰ λεπτότητα καὶ ἁπλότητα μὴ κρατουμένη, ᾗ καὶ ἀσώματος προσαγορεύεται. ὃ δ’ ἂν παχυμερὲς ἐκ τῆς ἁμαρτίας πεπαχυμμένον τύχῃ, τοῦτο ἀπορίπτεται σὺν τῷ σαρκικῷ πνεύματι τῷ κατὰ τῆς ψυχῆς ἐπιθυμοῦντι. ἤδη δὲ καὶ τῶν τὴν κοινότητα πρεσβευόντων ὁ κορυφαῖος Οὐαλεντῖνος ἐν τῇ Περὶ φίλων ὁμιλίᾳ κατὰ λέξιν γράφει· πολλὰ τῶν γεγραμμένων ἐν ταῖς δημοσίαις βίβλοις εὑρίσκεται γεγραμμένα ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· τὰ γὰρ κοινὰ ταῦτα ἔστι τὰ ἀπὸ καρδίας ῥήματα, νόμος ὁ γραπτὸς ἐν καρδίᾳ· οὗτός ἐστιν ὁ λαὸς ὁ τοῦ ἠγαπημένου, ὁ φιλούμενος καὶ φιλῶν αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme