Book 6
3.33
Λέγουσι δὲ καὶ οἱ τὰς ἱστορίας συνταξάμενοι ἀμφὶ τὴν Βρεττανικὴν νῆσον ἄντρον τι ὑποκείμενον ὄρει, ἐπὶ δὲ τῆς κορυφῆς χάσμα· ἐμπίπτοντος οὖν τοῦ ἀνέμου εὶς τὸ ἄντρον καὶ προσρηγνυμένου τοῖς κόλποις τοῦ ὀρύγματος κυμβάλων εὐρύθμως κρουομένων ἦχον ἐξακούεσθαι. πολλάκις δὲ καὶ ἀνὰ τὰς ὕλας κινουμένων τῶν φύλλων ἀθρόᾳ πνεύματος προσβολῇ ὀρνίθων ᾠδῇ παραπλήσιος προσπίπτει ἠχή. ἀλλὰ οἱ τὰ Περσικὰ συνταξάμενοι ἐν τοῖς ὑπερκειμένοις τόποις κατὰ τὴν τῶν Μάγων χώραν τρία κεῖσθαι ὄρη ἐφεξῆς ἱστοροῦσιν ἐν πεδίῳ μακρῷ· τοὺς δὴ διοδεύοντας τὸν τόπον κατὰ μὲν τὸ πρῶτον γενομένους ὄρος φωνῆς ἐξακούειν σύγκλυδος, οἷον βοώντων οὐκ ὀλίγων τινῶν μυριάδων, καθάπερ ἐν παρατάξει· κατὰ μέσον δὲ ἥκοντας ἤδη πλείονος ὁμοῦ καὶ ἐναργεστέρου ἀντιλαμβάνεσθαι θορύβου· ἐπὶ τέλει δὲ παιωνιζόντων ἀκούειν ὡς νενικηκότων. αἰτία δ’, οἶμαι, πάσης ἠχοῦς ἥ τε λειότης τῶν τόπων καὶ τὸ ἀντρῶδες. ἀποβαλλόμενον γοῦν τὸ εἰσφοιτῆσαν πνεῦμα πάλιν εἰς τὸ αὐτὸ χωροῦν βιαιότερον ἠχεῖ.