Book 6
3.29
καὶ ἐπεκαλέσατο, φησί, Σαμουὴλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ. ὁρᾷς ὅτι ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων εἷς ἐστι θεός; πλήρης δὲ ἡ γραφὴ πᾶσα ἡ καθ’ ἡμᾶς κατὰ τὰς τῶν δικαίων εὐχὰς ἐπακούοντός τε καὶ ἐπιτελοῦντος τοῦ θεοῦ ἕκαστον τῶν αἰτημάτων.
3.29
Πάλιν ἱστοροῦσιν Ἕλληνες ἐκλειπόντων ποτὲ τῶν ἐτησίων ἀνέμων Ἀρισταῖον ἐν Κέῳ θῦσαι Ἰκμαίῳ Διί· πολλὴ γὰρ ἦν φθορά, φλογμῷ διαπιμπραμένων πάντων καὶ δὴ καὶ τῶν ἀναψύχειν τοὺς καρποὺς εἰωθότων ἀνέμων μὴ πνεόντων· ὃ δὲ ῥᾳδίως αὐτοὺς ἀνεκαλέσατο.
3.29
Δελφοὶ δὲ Ξέρξου ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ἀνειπούσης τῆς Πυθίας· ὦ Δελφοί, λίσσεσθ’ ἀνέμους καὶ λώιον ἔσται, βωμὸν καὶ θυσίαν ποιήσαντες τοῖς ἀνέμοις, ἀρωγοὺς αὐτοὺς ἔσχον· πνεύσαντες γὰρ ἐρρωμένως περὶ τὴν Σηπιάδα ἄκραν συνέτριψαν πᾶσαν τὴν παρασκευὴν τοῦ Περσικοῦ στόλου.