Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.27 σιωπῶ δὲ Ἡράκλειτον τὸν Ἐφέσιον, ὃς παρ’ Ὀρφέως τὰ πλεῖστα εἴληφεν. παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ’ Αἰγυπτίων. πολλοί τε τῶν ἀπὸ Πλάτωνος συγγραφὰς πεποίηνται, καθ’ ἃς ἀποδεικνύουσι τούς τε Στωικούς, ὡς ἐν ἀρχῇ εἰρήκαμεν, τόν τε Ἀριστοτέλη τὰ πλεῖστα καὶ κυριώτατα τῶν δογμάτων παρὰ Πλάτωνος εἰληφέναι. ἀλλὰ καὶ Ἐπίκουρος παρὰ Δημοκρίτου τὰ προηγούμενα ἐσκευώρηται δόγματα.
2.27 Ταυτὶ μὲν οὖν ταύτῃ· ἐπιλείψει γάρ με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι αἱροίμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπήν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme