Book 6
2.24
Κἀκεῖνο τὸ Ἐμπεδοκλέους· ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς, Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει· θνῄσκει δὲ οὐδὲν τῶν γινομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἐπέδειξεν.
2.24
Πλάτωνός τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει· κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.
2.24
Ἀλλ’ Εὐριπίδου γράφοντος· ἐπεὶ τά γ’ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν, Ἐπίκουρος ἄντικρύς φησι· πλουσιώτατον αὐτάρκεια πάντων.
2.24
Αὖθίς τε Ἀριστοφάνους γράφοντος· βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς, ὁ Ἐπίκουρος λέγει· δικαιοσύνης καρπὸς μέγιστος ἀταραξία.
2.25
Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται· αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον καὶ Πείσανδρος ὁ Καμιρεὺς Πεισίνου τοῦ Λινδίου τὴν Ἡράκλειαν, Πανύαςςίς τε ὁ Ἁλικαρνασσεὺς παρὰ Κρεωφύλου τοῦ Σαμίου τὴν Οἰχαλίας ἅλωσιν.
2.26
Εὕροις δ’ ἂν καὶ Ὅμηρον τὸν μέγαν ποιητὴν ἐκεῖνα τὰ ἔπη· οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης καὶ τὰ ἑξῆς κατὰ λέξιν μετενηνοχότα παρ’ Ὀρφέως ἐκ τοῦ Διονύσου ἀφανισμοῦ.