Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.20 Πάλιν Δημοσθένους εἰπόντος ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι Φιλῖνος τε ὁμοίως· ὅση μέν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηται περὶ τὸν ἀγῶνα τουτονί, οὐδ’ ἕνα ὑμῶν ἀγνοεῖν ἡγοῦμαι.
2.21 Ἰσοκράτους πάλιν εἰρηκότος ὥσπερ τῶν χρημάτων, ἀλλ’ οὐκ ἐκείνου συγγενὴς οὖσα Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει· καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὤν, ἀλλὰ τῶν χρημάτων.
2.21 Ἐπεὶ καὶ Ὁμήρου ποιήσαντος· ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε ἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι, ἴομεν, εἴ κέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν, Θεόπομπος γράφει· εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν, νῦν δὲ τοσαῦται κῆρες τῷ βίῳ παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν.
2.21 Τί δ’; οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου ἐγγύα, πάρα δ’ ἄτα Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπών· ἐγγύας ἄτα ʼστι θυγάτηρ, ἐγγύα δὲ ζαμίας.
2.22 Ἀλλὰ καὶ τοῦ ἰατροῦ Ἱπποκράτους ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσους γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινὶ ῥήσει φησίν· ὃς οἶδ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme