Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

17.154 οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν προσαγομένην τὴν τῶν ὄντων φύσιν· ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς σύνεσιν ἰδίαν ἄγονται· παραδεξάμενοι δὲ τὸν θεμέλιον τῆς ἀληθείας, δύναμιν προσλαμβάνουσι προϊέναι πρόσω ἐπὶ τὴν ζήτησιν, κἀνθένδε ἀγαπῶσι μὲν μαθητευσάμενοι, γνώσεως δὲ ὀριγνώμενοι σπεύδουσιν εἰς σωτηρίαν. ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ’ ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική. διατείνει δὲ οὐκ ἐπὶ τὰς τέχνας μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν φιλοσοφίαν αὐτήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme