Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.19 Πάλιν Στασίνου ποιήσαντος· νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει, Ξενοφῶν λέγει· ὁμοίως γάρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο.
2.19 Σοφοκλέους τε ἐν Ἀντιγόνῃ ποιήσαντος· μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων, οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ, Ἡρόδοτος λέγει· μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω.
2.19 Πρὸς τούτοις Θεοπόμπου ποιήσαντος· δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ, καὶ πρό γε τούτου Σοφοκλέους ἐν τῷ Πηλεῖ· Πηλέα τὸν Αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ καὶ ἀναπαιδεύω πάλιν· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ, Ἀντιφῶν ὁ ῥήτωρ λέγει· γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ, ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων· ἄρ’, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γένοιτ’ ἄν.
2.20 Ναὶ μὴν Θουκυδίδου λέγοντος Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι Δημοσθένης εἶπεν· μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας.
2.20 Οὐδὲ ἐκεῖνα παραπέμψομαι· Κρατίνου ἐν Πυτίνῃ εἰπόντος· τὴν μὲν παρασκευὴν ἴσως γινώσκετε, Ἀνδοκίδης ὁ ῥήτωρ λέγει· τὴν μὲν παρασκευήν, ὦ ἄνδρες δικασταί, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν σχεδόν τι πάντες εἴσεσθε. ὁμοίως καὶ Νικίας ἐν τῷ πρὸς Λυσίαν ὑπὲρ παρακαταθήκης τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί, φησίν, καὶ μετὰ τοῦτον Αἰσχίνης λέγει· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme